Proxeny decree for Gennaios, son of Kleon, of Elateia. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 253
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικράτου, vacat |
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Γενναῖος εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδίαι τῶν πολιτῶν τοῖς | |
<δ>εομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Γενναῖον Κλέωνος Ἐλατέα πρό- | |
ξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσο- | |
5 | τέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα |
πάντα ὑπάρχειν αὐτῶι ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |