Proxeny decree for Kallias, son of Nikon, of Elateia.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — late 3rd c. BC — IG VII 256 + 408
1 vvvvv ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Στράτωνος, ἱερέως δὲ τοῦ Ἀμφιαράου Ἐπικρ[άτο]υ,
Κλεόμαχος Μειλίχου εἶπεν· ἐπειδὴ Καλλίας εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδία[ι τ]ῶν
 πολιτῶν τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Καλ-
 λίαν Νίκωνος Ἐλατέα πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως καὶ αὐτὸν καὶ ἐκγόν[ο]υς καὶ
5  εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέ-
 μου ὄντος καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς ὅ-
 σαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us