Proxeny decree for Menekrates, son of Philippos, of Athens.
L-shaped base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 294
1 | Λύσανδρος Εὐλαΐδου εἶπεν· ἐπειδὴ Μενεκρά- |
της εὔνους ὢν διατελεῖ τῆι πόλει καὶ τῶν πολι- | |
τῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παν- | |
τὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Με- | |
5 | νεκράτην Φιλίππου Ἀθηναῖον πρόξενον εἶ- |
ναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ- | |
τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας | |
ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυ- | |
λίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου | |
10 | καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς |
καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
ταις τῆς πόλεως γέγραπται. |