Proxeny decree for Menekrates, son of Philippos, of Athens. L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 294
1 Λύσανδρος Εὐλαΐδου εἶπεν· ἐπειδὴ Μενεκρά-
 της εὔνους ὢν διατελεῖ τῆι πόλει καὶ τῶν πολι-
 τῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παν-
 τὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Με-
5  νεκράτην Φιλίππου Ἀθηναῖον πρόξενον εἶ-
 ναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ-
 τὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας
 ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυ-
 λίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου
10  καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν αὐτοῖς
 καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
 ταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us