Proxeny decree for Poseidippos, son of Dionysios, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 277
| 1 | Χαιρέας Λυρανίου εἶπεν· προβεβουλευμένον εἶναι αὑτῶι πρὸς τὸν δῆ- |
| μον· ἐπειδὴ Ποσείδιππος εὔνους ὢν διατελεῖ τεῖ τε πόλει καὶ τῶν | |
| πολιτῶν ἀεὶ τοῖς δεομένοις παρέχεται χρείας ἐμ παντὶ καιρῶι καὶ | |
| λέγων καὶ πράττων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
| 5 | μωι· Ποσείδιππον Διονυσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέ- |
| την τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς | |
| καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ | |
| γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν | |
| αὐτοῖς καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως γέγραπται. |