Proxeny decree for Polias, son of Hegemachos, of Athens.  Base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 386
1 ἱερέως Μένωνος, Ἀριστομήδης Πίργους εἶπεν·
ἐπειδὴ Πωλίας εὔνους ὢν διατελεῖ τῆι τε πό-
λει κοινεῖ καὶ ἰδίαι τῶν πολιτῶν τοῖς δεομέν̣ο̣ι̣ς̣ ἀεὶ
παρέχε%⁸⁰ται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ
5 βουλῆι καὶ τῶι δήμωι· Πωλίαν Ἡγεμάχου Ἀθηναῖον πρό-
ξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ-
τὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας
ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ
10 εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν̣ αὐτῶι καθάπερ
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς̣
πόλεως γέγραπται.
Search Help
Contact Us