Proxeny decree for Polias, son of Hegemachos, of Athens. Base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 386
1 | ἱερέως Μένωνος, Ἀριστομήδης Πίργους εἶπεν· |
ἐπειδὴ Πωλίας εὔνους ὢν διατελεῖ τῆι τε πό- | |
λει κοινεῖ καὶ ἰδίαι τῶν πολιτῶν τοῖς δεομέν̣ο̣ι̣ς̣ ἀεὶ | |
παρέχε%⁸⁰ται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ | |
5 | βουλῆι καὶ τῶι δήμωι· Πωλίαν Ἡγεμάχου Ἀθηναῖον πρό- |
ξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠρωπίων αὐ- | |
τὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας | |
ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ | |
10 | εἰρήνης καὶ τἆλλα πάντα ὑπάρχειν̣ αὐτῶι καθάπερ |
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς̣ | |
πόλεως γέγραπται. |