Proxeny decree for Stephanos, son of Aisimides, of Athens.
Pedimental stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 371 — AD 28 A (1973) 188, 20 — SEG 26.601
1 | Θεοτέλης εἶπεν· δεδόχθαι τῶι δήμωι· |
[Σ]τέφανον Αἰσιμίδου Ἀθηναῖον, πρόξε- | |
νον εἶναι καὶ εὐεργέτην τῆς πόλεος | |
Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ | |
5 | δ[ε]δόσθαι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτη- |
σιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πο- | |
λέμου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κα- | |
τὰ [θ]άλατταν καὶ ἰ[σ]οτέλειαν καὶ τἆλλα | |
πάντα καθάπερ τοῖς ἄλλοις προξένοις | |
10 | καὶ εὐεργέταις· ἀναγράψαι δὲ τὸ ψήφισμα |
τοὺς πολεμάρχους ἐν στήληι λιθίνηι καὶ | |
στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀμφιεράου. |