Proxeny decree for Olympos, son of Hermias, of Lysimacheia.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — bef. 202 BC — IG VII 357
1 Πύθων Καλλιγείτονος εἶπεν· δεδόχθαι τεῖ βουλεῖ
καὶ τῶι δήμωι· Ὄλυνπον Ἑρμίου Λυσιμαχέα πρόξενον
εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ
εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυ-
5 λίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν
καὶ <κα>τὰ θάλα<τ>ταν καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖς ἄλλο<ι>ς
προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us