Proxeny decree for Olympos, son of Hermias, of Lysimacheia. Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — bef. 202 BC — IG VII 357
| 1 | Πύθων Καλλιγείτονος εἶπεν· δεδόχθαι τεῖ βουλεῖ |
| καὶ τῶι δήμωι· Ὄλυνπον Ἑρμίου Λυσιμαχέα πρόξενον | |
| εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ | |
| εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυ- | |
| 5 | λίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατὰ γῆν |
| καὶ <κα>τὰ θάλα<τ>ταν καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖς ἄλλο<ι>ς | |
| προξένοις καὶ εὐεργέταις. |