Proxeny decree for Philon, son of Philiskos, of Kios. Statue base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — bef. 202 BC — IG VII 367 + 389 — AD 28 A (1973) 190, 22 — SEG 26.604
1 | ἱερέως Ἑρμοκράτου, Γοργίων Γοργίππου εἶπεν· ἐπειδὴ Φίλων Φιλίσκου Κιανὸς |
εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπ̣ίων καὶ τοῖς πολίταις χρείας παρέχεται, | |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· πρ[όξε]νον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν | |
καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆ[ς καὶ ο]ἰκίας ἔνκτησιν καὶ πολιτείαν καὶ ἀσυλίαν | |
5 | καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κα[τὰ] θάλατταν καὶ πολέμου καὶ εἰρήνης |
καὶ τἆλλα πάντα καθάπερ τοῖς ἄλ[λ]οις προξένοις καὶ εὐεργέταις. |