Proxeny decree for Nikandrides, son of Nikodamos, of Corinth.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 366 [= left half]
1 | ἱερέως Παραμύθου, Ὀρο[ίτης Εὐ]δήμου εἶπεν· ἐπειδὴ Νικανδ[ρίδης] |
Νικοδάμου Κορίνθιος εὔνους ὢ[ν δι]ατελεῖ τεῖ πόλει Ὠρωπίων καὶ τοῖς π[ολ]ί[ταις] | |
χρείας παρέχεται, δεδόχθαι [τεῖ β]ουλεῖ καὶ τῶι δήμωι· πρόξενον ε[ἶναι] | |
τῆς πόλεως Ὠρωπίων αὐτὸ[ν κ]αὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκία[ς] | |
5 | [ἔν]κτησιν καὶ πολιτείαν κ[αὶ] ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ [κα]- |
τὰ θάλατταν καὶ πολέμου κ[αὶ] εἰρήνης καὶ τἆλλα πάντα καθάπερ το[ῖ]ς | |
ἄλλοις προξένοις καὶ ε[ὐε]ργέταις. |