Proxeny decree for Kleopolis, son of Apollodoros, of Lampsakos. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 328
1 Λέαρχος Λιμναίου εἶπεν· ἐπειδὴ Κλεόπολις
εὔνους ἐστὶν τῆι πόλει Ὠρωπίων καὶ κοινῆι
καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν χρήσιμος ὢν
διατελεῖ, δεδόχθαι τῶι δήμωι· Κλεόπολιν
5 Ἀπολλοδώρου Λαμψακηνὸν πρόξενον εἶναι
τῆς πόλεος Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ-
λειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου
καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ
10 τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις.
Search Help
Contact Us