Proxeny decree for Kleopolis, son of Apollodoros, of Lampsakos.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 328
| 1 | Λέαρχος Λιμναίου εἶπεν· ἐπειδὴ Κλεόπολις |
| εὔνους ἐστὶν τῆι πόλει Ὠρωπίων καὶ κοινῆι | |
| καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν χρήσιμος ὢν | |
| διατελεῖ, δεδόχθαι τῶι δήμωι· Κλεόπολιν | |
| 5 | Ἀπολλοδώρου Λαμψακηνὸν πρόξενον εἶναι |
| τῆς πόλεος Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους | |
| καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέ- | |
| λειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου | |
| καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ | |
| 10 | τὰ ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις |
| καὶ εὐεργέταις. |