Proxeny decree for Philochares, son of Diognetos, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 319
1 Δημήτριος Σωφίλου εἶπεν· ἐπειδὴ
Φιλοχάρης Διογνήτου Ἀθηναῖος
διατελεῖ εὔνους καὶ χρήσιμος ὢν
τῆι πόλει, δεδόχθαι τῶι δήμωι· εἶναι
5 αὐτὸν πρόξενον καὶ εὐεργέτην
τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν
καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς
καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλει-
αν καὶ ἀσυλίαν καὶ πολέμου καὶ
10 εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θά-
λατταν καὶ ἰσοτέλειαν καὶ τἆλλα̣
πάντα καθάπερ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us