Proxeny decree for Philochares, son of Diognetos, of Athens.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 319
| 1 | Δημήτριος Σωφίλου εἶπεν· ἐπειδὴ |
| Φιλοχάρης Διογνήτου Ἀθηναῖος | |
| διατελεῖ εὔνους καὶ χρήσιμος ὢν | |
| τῆι πόλει, δεδόχθαι τῶι δήμωι· εἶναι | |
| 5 | αὐτὸν πρόξενον καὶ εὐεργέτην |
| τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν | |
| καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι γῆς | |
| καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλει- | |
| αν καὶ ἀσυλίαν καὶ πολέμου καὶ | |
| 10 | εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θά- |
| λατταν καὶ ἰσοτέλειαν καὶ τἆλλα̣ | |
| πάντα καθάπερ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις. |