Proxeny decree for Platyr, son of Dazos, of the Thesprotian ethnos of
the Alinioi / Elinioi. Pedimental stele of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 178, 11 — SEG 15.273; cf. 32.479
See also:
1 | ἐπὶ ἱερέως Ἀριστάνδρου, Ἀλαλκομενείου, |
Ὠρωπόδωρος Θεοζότου [εἶπ]εν· ἐπειδὴ Πλά- | |
τυρ εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπί- | |
ων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν | |
5 | ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει, |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πλά- | |
τυρα Δάζου Ἀλίνιον πρόξενον εἶναι τῆς | |
πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους | |
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν | |
10 | καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλει- |
αν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ | |
πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα | |
καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐ- | |
εργέταις. |