Proxeny decree for Platyr, son of Dazos, of the Thesprotian ethnos of the Alinioi / Elinioi.  Pedimental stele of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 178, 11 — SEG 15.273; cf. 32.479
See also:
1 ἐπὶ ἱερέως Ἀριστάνδρου, Ἀλαλκομενείου,
Ὠρωπόδωρος Θεοζότου [εἶπ]εν· ἐπειδὴ Πλά-
τυρ εὔνους ὢν διατελεῖ τεῖ πόλει Ὠρωπί-
ων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν
5 ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττει,
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· Πλά-
τυρα Δάζου Ἀλίνιον πρόξενον εἶναι τῆς
πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγόνους
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν
10 καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλει-
αν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ
πολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα
καθάπερ τοῖς ἄλλοις προξένοις καὶ εὐ-
εργέταις.
Search Help
Contact Us