Proxeny decree for Phanos and Kleoxenos, sons of Agasikles, of Chalkis.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 261
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἱππάρχου, ἐπὶ δὲ πόλεως Ἑρμοδώρου, |
ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημοστράτου, | |
[Κα]λλιγείτων Ἀριστάνδρου εἶπεν· ἐπειδὴ Φᾶνος καὶ Κλεόξενος | |
εὔνους ὄντες διατελοῦσι τῆι πόλει Ὠρωπίων καὶ τῶν πολιτῶν | |
5 | τοῖς χρείαν ἔχουσιν ἐμ παντὶ καιρῶι τὸ συμφέρον πράττουσιν, |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Φᾶνον καὶ Κλεόξενον Ἀγασι- | |
κλέους Χαλκιδεῖς προξένους εἶναι τ̣ῆς πόλεως Ὠρωπίων αὐ- | |
τοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰ- | |
σοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θά- | |
10 | λατταν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τὰ ἄλλα πάντα ὅσα καὶ |
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πόλεως Ὠρωπίων γέγραπται. |