Proxeny decree for Xenon, son of Pasixenos, of Chersonesos. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 245
1 ἄρχοντος ἐν τῶι κοινῶι Πρωτομάχου, ἱερέω<ς> δὲ τοῦ Ἀμφιαράου Ἀριστίππου, Ἀντίπατρος
Ἀρχιλόχου εἶπεν· ἐπειδὴ Ξένων εὔνους ὢν διατελεῖ τῆι τε πόλει καὶ τοῖς δεομένοις ἀεὶ
τῶν πολ〚ε〛ιτῶν {²⁶πολιτῶν}²⁶ παρέχεται χρείας ἐν παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ξένωνα
Πασιξένου Χερσονησίτην πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους
5 καὶ εἶναι αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κα-
τὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήνης οὔσης καὶ τὰ ἄλλα πάντα ὑπάρχειν
αὐτῶι καθάπερ καὶ τοῖς ἄλλοις προξένοις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us