Proxeny decree for Nikomachos of Thessalonike.  L-shaped base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 295
1 [ἄρχοντος ἐ]ν κοινῶι Βοιωτῶν Ἱππάρχου, ἐπὶ δὲ πό-
[λεως Ἑρμο]δώρου, ἱερέως δὲ τοῦ Ἀμφιαράου
[Δημοστρά]του, vv Ἀρίστιππος Θεοξένου εἶπεν·
[ἐπειδὴ Νικ]όμαχος εὔνους ὢν διατελεῖ τεῖ
5 [πόλει Ὠρωπ]ίων καὶ τῶν πολιτῶν τοῖς χρείαν
[ἔχουσιν ἐν] παντὶ καιρῶι τὸ συμφέρον πράττει,
[δεδόχθαι τε]ῖ βουλῆι καὶ τῶι δήμωι· Νικόμαχον
[— — — — Μα]κεδόνα ἐκ Θετταλονίκης πρόξενον
[εἶναι τῆς π]όλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγό-
10 [νους καὶ εἶν]αι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν
[καὶ ἀσφάλε]ιαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰ-
[ρήνης καὶ κ]ατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλ-
[λα πάντα ὑ]πάρχειν αὐτῶι καθάπερ καὶ τοῖς ἄλ-
[λοις προξέ]νοις καὶ εὐεργέταις γέγραπται.
Search Help
Contact Us