Proxeny decree for Nikomachos of Thessalonike. L-shaped base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 295
| 1 | [ἄρχοντος ἐ]ν κοινῶι Βοιωτῶν Ἱππάρχου, ἐπὶ δὲ πό- |
| [λεως Ἑρμο]δώρου, ἱερέως δὲ τοῦ Ἀμφιαράου | |
| [Δημοστρά]του, vv Ἀρίστιππος Θεοξένου εἶπεν· | |
| [ἐπειδὴ Νικ]όμαχος εὔνους ὢν διατελεῖ τεῖ | |
| 5 | [πόλει Ὠρωπ]ίων καὶ τῶν πολιτῶν τοῖς χρείαν |
| [ἔχουσιν ἐν] παντὶ καιρῶι τὸ συμφέρον πράττει, | |
| [δεδόχθαι τε]ῖ βουλῆι καὶ τῶι δήμωι· Νικόμαχον | |
| [— — — — Μα]κεδόνα ἐκ Θετταλονίκης πρόξενον | |
| [εἶναι τῆς π]όλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγό- | |
| 10 | [νους καὶ εἶν]αι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν |
| [καὶ ἀσφάλε]ιαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰ- | |
| [ρήνης καὶ κ]ατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλ- | |
| [λα πάντα ὑ]πάρχειν αὐτῶι καθάπερ καὶ τοῖς ἄλ- | |
| [λοις προξέ]νοις καὶ εὐεργέταις γέγραπται. |