Proxeny decree for Antikrates, son of Timon, of Lysimacheia.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 174, 8 — SEG 15.270
1 | ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἱππάρ- |
χου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημο- | |
στράτου, v Ἀριστόνους Νεανδρίδο̣υ̣ | |
εἶπεν· ἐπειδὴ Ἀντικράτης εὔνους | |
5 | ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων |
καὶ τῶν πολιτῶν τοῖς δεομένοις ἐμ | |
παντὶ καιρῶι παρέχεται χρείας, δεδό- | |
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀντι- | |
κράτην v Τίμωνος v Λυσιμαχέα | |
10 | πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί- |
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ- | |
τῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσο- | |
τέλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν | |
καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάν- | |
15 | τα καθάπερ τοῖς ἄλλοις προξένοις |
καὶ εὐεργέταις. |