Proxeny decree for Antikrates, son of Timon, of Lysimacheia. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 174, 8 — SEG 15.270
1 ἄρχοντος ἐν κοινῶι Βοιωτῶν Ἱππάρ-
χου, ἱερέως δὲ τοῦ Ἀμφιαράου Δημο-
στράτου, v Ἀριστόνους Νεανδρίδο̣υ̣
εἶπεν· ἐπειδὴ Ἀντικράτης εὔνους
5 ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων
καὶ τῶν πολιτῶν τοῖς δεομένοις ἐμ
παντὶ καιρῶι παρέχεται χρείας, δεδό-
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀντι-
κράτην v Τίμωνος v Λυσιμαχέα
10 πρόξενον εἶναι τῆς πόλεως Ὠρωπί-
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ-
τῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσο-
τέλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ τὰ ἄλλα πάν-
15 τα καθάπερ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις.
Search Help
Contact Us