Proxeny decree for Olympichos, son of Hegesianax, of Rhodes. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 355
1 [ἐ]πὶ ἱερέως Κτησιφῶντος, [Πύθ]ων [Κ]αλ[λ]ι[γείτο]νος
[ε]ἶπεν· ἐπειδὴ [Ὀ]λύνπιχος εὔνους ὢν διατελεῖ [τῆι πόλει]
Ὠρωπίων καὶ τῶν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐν παν-
τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι τεῖ βουλεῖ καὶ τ-
5 ῶι δήμωι· Ὀλύνπιχον Ἡγησιάνακτος Ῥόδιον πρόξενον
εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶν-
αι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν καὶ
ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰρήνης καὶ
κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα καθάπερ τοῖ[ς]
10 ἄλλοις προξένοις καὶ εὐεργέταις.
Search Help