Proxeny decree for Kallimedes, son of Euaion, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 354
1 [Ε]ὐαίων Μυ[ν]νιχίδου εἶπεν· ἐπειδὴ
Καλλιμήδης διατελεῖ εὔνους ὢν τῆι
πόλει, δεδόχθαι τῶι δήμωι· Κ[αλλιμήδην]
Εὐαίωνος Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐερ-
5 γέτην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐ[κγό]-
νους καὶ εἶναι αὐτ[ῶι] γῆς καὶ οἰκίας ἔγκτησιν
καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πο-
λέμου καὶ εἰρήνης καὶ [κατὰ γῆν] καὶ [κατὰ θάλατταν]
καὶ τἆλλα πάντα κα[θάπερ καὶ τοῖς ἄ]λλοις προ[ξέ]-
10 νοις καὶ εὐεργέταις.
Search Help
Contact Us