Proxeny decree for Ktesikrates, son of Zoilos, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 228-226 BC or later — IG VII 353
1 [Ἐπ]ικράτης Ἀρχ[ίππ]ου εἶπεν· ἐπειδὴ Κτησικράτης
[εὔν]ο̣υς ὢν δι[ατ]ελεῖ τεῖ πόλει Ὠρωπίων καὶ
[τῶ]ν πολιτῶν τοῖς χρείαν ἔχουσιν ἐμ
[παν]τὶ καιρῶι τὸ συμφέρον πράττει, δεδόχθαι
5 τε[ῖ βο]υ̣λεῖ καὶ τῶι δήμωι· Κτησι%⁸⁰%⁸⁰κρ<ά>την Ζωΐλου
Ἀθη[ναῖ]ον πρόξενον εἶναι τῆς πόλε[ω]ς Ὠρωπί-
[ων α]ὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς
[κα]ὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυ-
[λία]ν καὶ ἀσφάλειαν καὶ κατὰ θάλατταν κα[ὶ]
10 κατ[ὰ] γῆν κα[ὶ π]ολέμου καὶ εἰρήνης καὶ τἆλλα πάντα
κα[θ]άπερ το[ῖ]ς ἄλλοις π%⁸⁰ροξένοις καὶ εὐεργέταις.
Search Help
Contact Us