Proxeny decree for Apollothemis, son of Prasidas, of Byzantion.
Statue base of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 174, 7 — SEG 15.269
1 | Ἀριστομένης Μειλίχου εἶπεν· |
δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
Ἀπολλόθεμιν Πρασίδα Βυζάντιον | |
πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων | |
5 | καὶ αὐτὸν καὶ ἐγγόνους καὶ εἶν<αι> αὐτῶι |
γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἰσοτέλειαν | |
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν | |
καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰ- | |
ρήνης καὶ τἆλλα πάντα καθάπερ τοῖς | |
10 | ἄλλοις προξένοις καὶ εὐεργέταις. |