Proxeny decree for Sosigenes, son of Dionysios, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 260
1 [Κα]λλιγείτων Ἀριστάνδρου [ε]ἶπεν· ἐπειδὴ Σωσιγένης εὔνους
[ὢν δι]ατελεῖ τῆι πόλει Ὠρωπίων, [δ]εδόχθαι τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Σωσιγένην Διονυσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐεργέτ-
ην τῆς πόλεως Ὠρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι
5 αὐτῶι γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσφάλειαν
καὶ ἀσυλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρή-
νης καὶ τἆλλα πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις γέγραπται.
Search Help
Contact Us