Proxeny decree for Dionysios, son of Nikandros, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — ArchEph (1952) 173, 6 — SEG 15.268
1 Σώστρατος Ἀριστίωνος εἶπεν· ἐπειδὴ Διονύσιος
εὔνους ὢν διατελεῖ τῆι πόλει Ὠρωπίων καὶ ἰδίαι τῶν π[ο]-
λιτῶν ἑκάστωι παρέχεται χρείας ἐμ παντὶ καιρῶι, δεδό-
[χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι· Διονύσιον Νικάνδρου Ἀθη-
5 ναῖον πρόξενον εἶναι τῆς πόλεως Ὠρωπίων αὐτὸν καὶ ἐκ-
γόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ [ἰ]-
σοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν καὶ [πολέμου καὶ εἰρή]νη[ς] καὶ τ[ὰ]
ἄλλα πάντα καθάπερ τοῖς ἄλλοις προξένοις καὶ
10 εὐεργέταις τῆς πόλεως γέγραπται.
Search Help
Contact Us