Proxeny decree for Alkon, son of Lakrates, of Pale.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 377
1  Ἀριστομένης Νικίου εἶπεν·
 προβεβουλευμένον εἶναι αὑτῶι,
 ἐπειδὴ Ἄλκων Λακράτου
 Παλεὺς διατελεῖ τὰ συμφέ-
5  ροντα καὶ λέγων καὶ πράττων
 τεῖ πόλει καὶ τοῖς ἀεὶ δεομένοις
 χρήας παρέχεται, δεδόχθαι τεῖ
 βουλεῖ καὶ τῶι δήμωι· Ἄλκωνα Λ[α]-
 κράτου Παλέα πρόξενον εἶναι κ[αὶ]
10  εὐεργέτην τῆς πόλεως Ὠρωπ[ί]-
 ων καὶ εἶναι αὐτοῖ γῆς καὶ οἰκίας ἔγ-
 κτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλί-
 αν καὶ πολέμου ὄντος καὶ εἰρήνης
καὶ τἆλλα πάντα ὑπάρχειν αὐτῶ[ι]
15 καθάπερ καὶ τοῖς ἄλλοις προξένοι[ς]
καὶ εὐεργέταις τῆς πόλεως γέγρ[α]-
πται· ἐπεψήφιζεν Αἰσχρώνδης
Βιόττου.
Search Help
Contact Us