Proxeny decree for Menekrates, son of Melanippos, of Euromos. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 376
1 Ἀριστομένης Νικίου εἶπεν· ἐπειδὴ Μεν[εκρά]-
της Μελανίππου Εὐρωμεὺς εὔνους ὢν δι[ατε]-
λεῖ τεῖ τε πόλει Ὠρωπίων καὶ κοινεῖ καὶ ἰδίαι π[αρέ]-
χεται χρείας τοῖς ἀεὶ δεομένοις, δεδόχθ[αι τεῖ]
5 βουλεῖ καὶ τῶι δήμωι· Μενεκράτην Μελανίππου [Εὐρω]μέα
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως Ὠ-
ρωπίων καὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς
γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλ[ί]-
αν καὶ ἀσφάλειαν καὶ πολέμου ὄντος καὶ εἰρή-
10 νης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλ-
λα πάντα ὑπάρχειν αὐτοῖς καθάπερ καὶ τοῖς
ἄλλοις προξένοις καὶ εὐεργέταις τῆς πό-
λεως Ὠρωπίων γέγραπται· ἐπεψήφιζεν
Ἀντίνικος.
Search Help
Contact Us