Proxeny decree for Moschos, son of Zoilos, of Athens.  Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 248 [= l. 1] — IG VII 4258
1 Μελάντας Ἀμεινοτέλου εἶπεν· ἐπειδὴ Μόσ-
χος εὔνους ὢν διατελεῖ τεῖ τε πόλει Ὠρωπίων
καὶ ἰδίαι παρέχεται χρείας τοῖς δεομένοις
τῶν πολιτῶν ἐν παντὶ καιρῶι, δεδόχθαι τεῖ βου-
5 λεῖ καὶ τῶι δήμωι· Μόσχον Ζωΐλου Ἀθηναῖον
πρόξενον εἶναι καὶ εὐεργέτην τῆς πόλεως
Ὠρωπίων αὐτὸν καὶ ἐγγόνους καὶ εἶναι αὐ-
τῶι γῆς καὶ οἰκίας ἔγκτη{τ}σιν {²⁶ἔγκτησιν}²⁶ καὶ ἰσοτέλειαν
καὶ ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου καὶ εἰ-
10 ρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τἆλλα
πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις τῆς πόλεως.
Search Help
Contact Us