Proxeny decree for Sophanes, son of Dionysios, of Athens. Statue base of white marble.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 258
1                    [ἱερέως Κλεο]μάχου·
[— — — — — — — — εἶπεν]· ἐπειδὴ Σωφάνης εὔνους ὢν δι-
[ατελεῖ τεῖ πόλει καὶ τοῖς δ]εομένοις ἀεὶ τῶν πολιτῶν π[α]-
[ρέχεται χρείας ἐν π]αν[τὶ κα]ιρῶι, δεδόχθαι τεῖ βουλεῖ καὶ [τῶι]
5 [δήμωι· Σωφάνην Διον]υσίου Ἀθηναῖον πρόξενον εἶναι καὶ εὐερ-
[γέτην τῆς πόλεως Ὠ]ρωπίων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ-
[τῶι γῆς καὶ οἰκίας ἔγκ]τησιν καὶ ἰσοτέλειαν καὶ ἀσυλίαν καὶ ἀσφά-
[λειαν καὶ κατὰ γῆν κα]ὶ κατὰ θάλατταν καὶ πολέμου ὄντος καὶ
[εἰρήνης καὶ τὰ ἄλλα π]άντα ὑπάρχειν αὐτῶι καθάπερ τοῖς
10 [ἄλλοις προξένοις καὶ] εὐεργέταις· vacat
[ἐπεψήφιζεν Φ]ιλοκύδης Σωφίλου. vacat
Search Help
Contact Us