Proxeny decree for Aisymnos, son of Oxymenes, and Antipatros, son
of Sosis, of Macedonia. Pedimental stele of white marble, broken
at the bottom and on the right. Stoich. 29.
1 | θεοί· τύχηι ἀγαθῆι· ἐπὶ Χαροπίδου ἱε- |
ρέως τοῦ Ἀμφιαράου, πολεμάρχων Ἀμφ- | |
ιδήμου Ἀμφιμήδους, Χαιρεστράτου Ε- | |
ὐχάριδος, Νικοξένου Σιμίου, Ἀμφίδη- | |
5 | μος Ἀμφιμήδους ἔλεξεν· ἔδοξεν τῆι β- |
ουλῆι καὶ τῆι ἐκκλησίαι· ἐπειδὴ ἄνδ- | |
ρες ἀγαθοὶ καὶ δίκαιοι περὶ τὴμ πόλ- | |
ιν τὴν Ὠρωπίων γεγένηνται Αἴσυμνο- | |
ς Ὀξυμένους, Ἀντίπατρος Σώσιος, Μακ- | |
10 | εδόνες, προξένους καὶ εὐεργέτας εἶ- |
ναι αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι α- | |
ὐτοῖς πολιτείαν, ἀτέλειαν πάντων, γ- | |
ῆς, οἰκιῶν ἔγκτησιν, ἀσυλίαν, ἀσφάλε- | |
ιαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατ- | |
15 | ὰ γῆν καὶ κατὰ θάλατταν. |