Proxeny decree for Aisymnos, son of Oxymenes, and Antipatros, son
of Sosis, of Macedonia. Pedimental stele of white marble, broken
at the bottom and on the right. Stoich. 29.
| 1 | θεοί· τύχηι ἀγαθῆι· ἐπὶ Χαροπίδου ἱε- |
| ρέως τοῦ Ἀμφιαράου, πολεμάρχων Ἀμφ- | |
| ιδήμου Ἀμφιμήδους, Χαιρεστράτου Ε- | |
| ὐχάριδος, Νικοξένου Σιμίου, Ἀμφίδη- | |
| 5 | μος Ἀμφιμήδους ἔλεξεν· ἔδοξεν τῆι β- |
| ουλῆι καὶ τῆι ἐκκλησίαι· ἐπειδὴ ἄνδ- | |
| ρες ἀγαθοὶ καὶ δίκαιοι περὶ τὴμ πόλ- | |
| ιν τὴν Ὠρωπίων γεγένηνται Αἴσυμνο- | |
| ς Ὀξυμένους, Ἀντίπατρος Σώσιος, Μακ- | |
| 10 | εδόνες, προξένους καὶ εὐεργέτας εἶ- |
| ναι αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι α- | |
| ὐτοῖς πολιτείαν, ἀτέλειαν πάντων, γ- | |
| ῆς, οἰκιῶν ἔγκτησιν, ἀσυλίαν, ἀσφάλε- | |
| ιαν καὶ πολέμου καὶ εἰρήνης καὶ κατ- | |
| 15 | ὰ γῆν καὶ κατὰ θάλατταν. |