[ ] Korinthia — Korinthos — ca. 170 AD — Hesperia 8 (1939) 181-190 — L. Robert, Hellenica 1 (1940) 43-53
[— — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — —]ν̣αρ[․]ι ἐρείπια στοᾶς
[τῆ]ς̣ [Ῥ]ή̣γ̣λ̣[ο]υ̣ [μαρ]μάρας οὕτως ὥστε π̣ο̣ι̣ῆσ̣αι οἴκους
πεντήκοντα. ἐπεὶ οὖν καὶ ἐν τούτῳ φιλοτείμως
ὁ Πρ̣εῖ[σκ]ος ἀναστρέφεται ὥστε ὑπὲρ τῆς τειμῆς
5 τοῦ προδηλουμένου τόπου δοῦναι τοῖς πο[λ]ίταις
ἑκάστῳ δηνάριον ἕν, οὐ μόνον συνκατατίθεμαι
τῇδε τῆς βουλῆς καὶ τοῦ δήμου γνώμῃ ἀλλὰ καὶ ἀ-
ποδέχομαι τὸν ἄνδρα οὕτως ἐν ἅπασιν ἀναστρε-
φόμενον φιλοτείμως καὶ ἐπιτρέπω τὸν προ-
10 δηλούμενον τόπον ταύτῃ τῇ αἱρέσι αὐτῷ πρα-
θῆναι, οὕτως μέντοι ὥστε τοὺς γεινομένους
οἴκους τοῖς ἀθληταῖς προῖκα τῷ καιρῷ τῶν ἀγώ-
νων σχολάζειν εἰς τὸ διηνεκές, ἔχοντος τοῦ κα-
τὰ καιρὸν ἀγωνοθέτου ἐξουσίαν διανέμειν
15 τὰς ξενίας αὐτοῖς. εἰ μέντοι τις πρὸς τοῦτο ἀν-
τιλέγει, δυνήσεται διδάξαι με ἐντὸς καλανδῶν
Ἰανουαρίων τῶν ἔνγιστα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.
                           {²vacat
18 [data — — — X]IIII kal(endas) Decembr(es) et pro rostris lecta IX k(alendas) Decembr(es).
Search Help
Contact Us