[ ]
Korinthia — Korinthos — ca. 170 AD — Hesperia 8 (1939) 181-190 — L. Robert, Hellenica 1 (1940) 43-53
| [— — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — — — — — — — —]ν̣αρ[․]ι ἐρείπια στοᾶς |
| [τῆ]ς̣ [Ῥ]ή̣γ̣λ̣[ο]υ̣ [μαρ]μάρας οὕτως ὥστε π̣ο̣ι̣ῆσ̣αι οἴκους | |
| πεντήκοντα. ἐπεὶ οὖν καὶ ἐν τούτῳ φιλοτείμως | |
| ὁ Πρ̣εῖ[σκ]ος ἀναστρέφεται ὥστε ὑπὲρ τῆς τειμῆς | |
| 5 | τοῦ προδηλουμένου τόπου δοῦναι τοῖς πο[λ]ίταις |
| ἑκάστῳ δηνάριον ἕν, οὐ μόνον συνκατατίθεμαι | |
| τῇδε τῆς βουλῆς καὶ τοῦ δήμου γνώμῃ ἀλλὰ καὶ ἀ- | |
| ποδέχομαι τὸν ἄνδρα οὕτως ἐν ἅπασιν ἀναστρε- | |
| φόμενον φιλοτείμως καὶ ἐπιτρέπω τὸν προ- | |
| 10 | δηλούμενον τόπον ταύτῃ τῇ αἱρέσι αὐτῷ πρα- |
| θῆναι, οὕτως μέντοι ὥστε τοὺς γεινομένους | |
| οἴκους τοῖς ἀθληταῖς προῖκα τῷ καιρῷ τῶν ἀγώ- | |
| νων σχολάζειν εἰς τὸ διηνεκές, ἔχοντος τοῦ κα- | |
| τὰ καιρὸν ἀγωνοθέτου ἐξουσίαν διανέμειν | |
| 15 | τὰς ξενίας αὐτοῖς. εἰ μέντοι τις πρὸς τοῦτο ἀν- |
| τιλέγει, δυνήσεται διδάξαι με ἐντὸς καλανδῶν | |
| Ἰανουαρίων τῶν ἔνγιστα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. | |
| {²vacat}² | |
| 18 | [data — — — X]IIII kal(endas) Decembr(es) et pro rostris lecta IX k(alendas) Decembr(es). |