[ ]
Korinthia — Korinthos — reign of Hadrian — IG IV 1600 — AJA 7 (1903) 49, 24
1 | Γν(αῖον) Κορνήλιον Τιβ(ερίου) Κορνηλίου Πούλχρου υἱὸν Φαβία Ποῦ[λ]χρον στρατηγὸν |
τῆς πόλεως Κορινθίων πενταετηρικόν, ἀγωνοθέτην Καισα̣ρείων Ἰσθμίων, ἀρχιερ[έα] | |
τῆς Ἑλλάδος καὶ ἑλλαδάρχην ἀπὸ τοῦ κοινοῦ τῶν Ἀχαιῶν συ[νεδ]ρίου διὰ βίου, Ἠπείρου | |
ἐπίτροπον, Αἰγύπτου καὶ Ἀλεξανδρείας δικαιοδότην, ἄρχον[τα τοῦ] Πανελληνίου καὶ ἱερέα | |
5 | Ἁδριανοῦ Πανελληνίου, ἄλλας τε μεγάλας δωρεὰς ἐπιδόντα καὶ τὴν ἀτέ[λειαν] τῇ πόλει παρασχόντα̣ |
Καλπουρνία Φροντεῖνα ἡ ἀδελ[φή]. |