[ ] Italia — Lokroi Epizephyrioi: Olympieion — ca. 350-250 BC — De Franciscis, Stato e società (1972) 32, 18
1 Γαψ. ἐπὶ Εὐφραστίωνος, ἱερομναμονεόντων ἐπὶ θησαυρῶι
Τυν. Ἀρχίππω Ἀρχεδάμω, Σωτ. Ἀριστάρχω Ἀριστέος, Φαω.
Μενεστράτω Ἐμμενίδα, προβώλων προαρχόντων Ψαθ. Ζωί-
λω Ὀνασίμω, Κυλ. Εὐφραίω Νικοδάμω, Αγκ. Ἀριστοκλέος Θέ-
5 ωνος, προδικεόντων Σκι. Σωφρονίσκω Καλλιδάμω, Δυσ. Με-
γακλέος Εὔφρονος, Φαω. Ὀναίω Χαρίλα, ἐχρήσατο ἁ πόλις
πὰρ τῶ θεῶ δόγματι βωλᾶς καὶ δάμω ἐν τὰμ πυργοποιίαν
{⁸940 tal.}⁸.  vacat
                                      vacat
9 ἄλλα ἐχρήσατο ἁ πόλις πὰρ τῶ θεῶ ἐν τὰν ἄλλαν οἰκονο-
10 μίαν δόγματι βωλᾶς καὶ δάμω {⁸400 tal.}⁸.
Search Help
Contact Us