[ ]
Italia (Campania) — Neapolis (Napoli) — Rom. Imp. period — IG XIV 803
1 | Τρεινακρία γαία με λοχεύσατο, τοὔνομα Οὐήραν, |
σωφροσύνης βιότῳ κῦδος ἐνεικαμένην. | |
κουρίδιος δὲ πόσις κρύψε χθονὶ τῇδε καλύψας | |
δακρυχέων ἐπ’ ἐμοὶ συχνὸν ἀπὸ βλεφάρων | |
5 | κηδεύσας ἀρετῇσ’ ἀντάξιον ἡμετέρῃσιν, |
ἡλικίης ἐτέων εἴκοσι καὶ τετόρων. | |
ὢ θνητῶν ὀλίγος τε βίος καὶ ἄφευκτος ἀνάγκη, | |
ὥς με τάχος βιότου νόσφισε καὶ γαμέτου. | |
Cornelianus scriba coniugi | |
10 | inconparabili contra votum. |