[ ]
Italia (Campania) — Neapolis (Napoli) — 194 AD — cf. I.Napoli II, p. 141
col. I.1 | ἐπὶ̣ [ὑ]π̣ά̣τ̣ω̣ν̣ ∙ Αὐτοκράτορος Καίσ(αρος) ∙ Λ(ουκίου) ∙ Σεπτιμίου |
Σεουήρου Π[ερ]τένακος ∙ Σεβ(αστοῦ) ∙ τὸ ∙ β 〚[καὶ Δ(εκίμου) Κλωδίου Σεπτιμίου]〛 | |
〚[Ἀλβίνου Καίσ(αρος)]〛, δημαρχοῦντος ∙ Μ(άρκου) ∙ Αὐρηλίου Ἀπολαύστου ∙ ν(εωτέρου) ∙ | |
πρ(ὸ) ∙ ζʹ ∙ καλ(ανδῶν) ∙ Ἰανου[α]ρίων ∙ γραφομένων παρῆσαν ∙ Καίλ(ιος) ∙ Ἀσιατικός, | |
5 | Ἰούλ(ιος) ∙ Αὐρηλιανός ∙ Ἰούλ(ιος) ∙ Καιλιανός, εἰσηγουμένων ∙ <τ>ὴν γνώμην |
ἁπάντων ∙ φρητόρων ∙ περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· | |
ἐπειδὴ {ι} Μουνάτι[ο]ς Ἱλαριανὸς πολείτου δικαίου καὶ φιλοπάτριδος | |
γνώμηι ∙ καὶ διαθέσει χρώμενος ∙ τὴν φρατρίαν ∙ ὁρῶν ∙ τὴν ἡμετέραν | |
ἀκόσμητον ∙ οὖσαν ∙ καὶ παλαιάν ∙ φρονήματι ∙ λαμπρῶι ∙ καὶ μεγαλοψύχωι ∙ χρη- | |
10 | σάμενος ∙ λίθοις ποικίλοις τοῖς ἀρίστοις ∙ καὶ σπανιωτάτοις πολυτελείᾳ |
κατασκευῆς ἐκόσμησεν τὸν οἶκον καὶ τὴν ὀροφὴν ∙ ἐποίησε χρυσοῦ ∙ μη- | |
δέν τι δαπάνης χρημάτων ∙ φεισάμενος, μηδὲ τῶν ∙ εἰς τοῦτο ἀναλωμά- | |
των, καὶ τοῖς μὲν Ἀρτεμεισίων φράτορσιν ἑστιατήριον ἐποίησε τῶν ἄλ- | |
λων σεμνότερον, τῇ δὲ Ἀρτέμιδι, ἧς ἐστιν ἐπώνυμος ἡ φρατρία, νεὼν | |
15 | κατεσκεύασεν ἄξιον καὶ τῆς θεοῦ καὶ τῆς κοινῆς εὐσεβείας, δεδόχθαι |
τοῖς Ἀρτεμεισίων φράτορσιν· ἀμείβεσθαι τὴν εὔνοιαν αὐτοῦ τὴν τοσαύτην | |
καὶ τὴν φιλοτειμίαν, πρῶτον μὲν τῇ τῆς διαθέσεως καὶ προαιρέ<σε>ως τειμῆι | |
πάντων οἰκειότατον καὶ προστάτην καὶ πα<τέ>ρα νομίζοντας καὶ βίον εὐ- | |
χομένους αὐτῷ μακρὸν ∙ ἐν εὐδαιμονίᾳ, ἔπειτα δὲ καὶ τειμὰς αὐτῶι νέμειν, κατὰ | |
20 | δύναμιν τὴν ἡμετέραν, τὰς προσηκούσας ἀνδριάντων ἀναστάσεις τεσ- |
σάρων ἐν τῆι φρατρίᾳ, δύο μὲν αὐτοῦ Μουνατίου Ἱλ̣αριανοῦ τοῦ φιλοπάτριδος, δύο | |
δὲ τοῦ ὑοῦ αὐτοῦ Μαρίου Οὐήρου τοῦ ἥρωος· ἀναθεῖναι δὲ καὶ εἰκόνας ἐν τῆι φρα- | |
τρίᾳ μετὰ ἀσπιδείων χρυσῶν ἀνφοτέρων, προσφέρειν δὲ αὐτῶι καὶ πεντήκοντα | |
col. II.1 | χώρας ὁλοκλήρους ∙ καὶ κεχαλκολογηκότων ἐν τῇ φρατρίᾳ προῖκα, |
ὡς μὴ μόνον κεκοσμῆσθαι ∙ τὴν φρατρίαν ἡμεῖν πολυτελείᾳ καὶ | |
{καὶ} κάλλει τῆς κατασκευῆς καὶ σεμνότητι ∙ ἱροπρεπεῖ, ἀλλὰ καὶ τῷ πλή- | |
θει τῶν νεμόντων εὐξῆσθαι τὴν φρατρίαν Μουνατίου ∙ Ἱλαριανοῦ τοῦ | |
5 | φιλοπάτριδος τετε<ι>μημένου· ἐπικυροῦντος ∙ τὸ ψήφισμα ∙ Κανεινίου |
Ἡρακλείδου τοῦ φροντιστοῦ τῆς φρατρίας. | |
Μουνάτιος ∙ Ἱλαριανὸς ∙ Ἀρτεμεισίων ∙ φρήτορσι ∙ vacat χαίρειν. | |
τὰς τειμὰς ἃς ἐψηφίσασθέ μοι καὶ τὰς δωρεὰς εἰς ἀμοιβὴν τῆς εὐνοίας | |
καὶ τῆς προθυμίας τῆς ἐμῆς ἡδέως ἔλαβον, οὐ διὰ τὸ μέγεθος ὧν ἐπεδεί- | |
10 | ξασθε φιλοτειμούμενοι πρὸς ἐμὲ καὶ τὸν υἱὸν τὸν ἐμὸν ἥρωα τὸν |
ὑμέτερον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν προαίρεσιν τῶν διδόντων ∙ ὅτι χρησ- | |
τοὺς ὑμᾶς καὶ δικαίους ἐπέγνων ἐκ τῶν ἀμοιβῶν. τὰς μὲν οὖν | |
τεσσεράκοντα χώρας ∙ ἃς προετείνατέ μοι παραιτοῦμαι, πεντεκαί- | |
δεκα χώραις ἐκ τούτων ἀρκούμενος ∙ καὶ τῶν εἰκόνων ∙ τῶν τεσσάρων καὶ | |
15 | τῶν ἀνδριάντων τῶν τεσσάρων ἐμοὶ μὲν ∙ ἱκανὴ {ι} ∙ μία γραφὴ {ι} ∙ καὶ χαλ- |
κοῦς ∙ ἀνδριὰς εἷς, ἴσαι δὲ τειμαὶ καὶ τῶι μεθεστηκότι ∙ τὰς γὰρ πολλὰς ∙ εἰκό- | |
νας ∙ καὶ τοὺς πολλοὺς ∙ ἀνδριάντας ἐν ταῖς ὑμετέραις ∙ ψυχαῖς ∙ ἔχομεν ∙ κα- | |
θιδρυμένους· χρὴ δὲ ὑμᾶς ∙ ἄνδρες ἀγαθοὶ καὶ φράτορες ∙ ἐμοί, μὴ ταῦτα | |
μόνον ἐν ὀφθαλμοῖς ∙ ἔχειν ∙ τὴν φρατρίαν καὶ τὸν εἰς ταύτην κόσ- | |
20 | μον καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ ἕτερα ὑμᾶς ἐλπίζειν παρ’ ἐμοῦ· |
τὸ γὰρ τῆς εὐνοίας ∙ τῆς ἐμῆς ἀεὶ καὶ μᾶλλον ἐγείρει τὴν προθυμίαν | |
τὴν ἐμὴν ∙ εἰς τὴν πρὸς ὑμᾶς τειμὴν καὶ χάριν. | |
col. III.1 | L(ucius) ∙ Munatius Hilarianus phretoribus Artemisis |
salutem. | |
honores quos decrevistis mihi, item dona at re- | |
munerandum animum meum et pronam volun- | |
5 | tatem grate accepi, non pro magnitudine eorum |
quae ostendistis tribuentes mihi et filio meo | |
heroi vestro, set maxime propositi vestri gratia | |
qui decrevistis ∙ quod vos et bonos et iustos intel- | |
lexi ex his quae remuneratis. et quidem quinqua- | |
10 | ginta choras quas mihi obtulistis excuso, quinde- |
cim contentus, item de imaginibus quattuor et de | |
statuis quattuor; mihi enim sufficit statua una | |
et una imago, set et in honorem fili mei sufficiet | |
statua una; plures enim imagines et statuas in | |
15 | vestris animis habemus constitutas. oportet |
autem vos, optimi viri et conphretores, non | |
solum haec ante oculos habere, phretriam et | |
cultum eius et lautitiam, <sed etiam alia> sperare de me; disposi- | |
tio enim animi mei magis hortatur volunta- | |
20 | tem meam in vestrum honorem et gratiam. |
valete. |