| 1 | [δι]ὰ τὸˉς θεὸˉς τόˉ[σ]δε νικο͂ντι τοὶ Σελινόˉν[τιοι]· |
| [δι]ὰ τὸν Δία νικο͂μες καὶ διὰ τὸν Φόβον [καὶ] | |
| δ[ιὰ] ℎεˉρακλέα καὶ δι’ Ἀπόλλοˉνα καὶ διὰ Π[οτ]- | |
| ει[δᾶ]να καὶ διὰ Τυνδαρίδας καὶ δι’ Ἀθ[α]- | |
| 5 | ναίαν καὶ διὰ Μ[α]λοφόρον καὶ διὰ Πασι[κ]- |
| ρά[τ]ειαν καὶ διὰ τὸˉς ἄλλοˉς θεόˉς, διὰ δ[ὲ] Δία | |
| μάλιστα. φιλία[ς] δὲ γενομένας, ἐν χ[ρ]υσ- | |
| έοˉι ἔλα[με]ν, τὰ [δ’ ἔτι] ὀνύματα ταῦτα κολ- | |
| άψαντ[ες εἰς τ]ὸ [Ἀπ]ολλόˉνιον καθθέμε- | |
| 10 | ν τὸ Διὸ[ς προ]γρά[ψα]ντες. τὸ δὲ χρυσίον |
| <ℎ>εξέˉκ[οντα τ]αλάντοˉν ἐ͂μεν. |
IGLPalermo
49