[ ] Scythia Minor — Kallatis (Mangalia) — late 3rd c. BC — RA 21 (1925) 258, 1 — Dacia 1 (1924) 126, 1
1 ἀγαθᾶι τύχαι. ἐπὶ βασιλ[έο]ς Σίμου το[ῦ]
Ἀσκλαπιάδα μηνὸς Διον[υσί]ου πραισιμνῶν-
τος Ἁγήμονος τοῦ Πυθίωνος· ἔδοξε τοῖς θιασί-
ταις· ὅπως κατασκευασθῇ ναὸς τῶι θεῶι τοὺς
5 θέλοντας τῶν θιασιτᾶν ἐπαγγέλλεσθαι εἰς τὰγ κα-
τασκευὰν ὅ τι κα ἕκαστος προαιρῆται· τοῖς δὲ ἐπαγ-
γειλαμένοις ἕως μὲν χρυσοῦ εἶμεν στέφανον φιλο-
τιμίας διὰ βίου καὶ ἐγγραφὰν εἰς στάλαν, τοῖς δὲ ἔ-
λασσον χρυσοῦ ἐπαγγειλαμένοις ἕως ἀργυρῶν
10 [τ]ριάκοντα εἶμεν τάν τε ἐγγ[ρα]φὰν καὶ στέφανον ἀπο-
[δοχᾶ]ς τᾶι τριετηρίδι διὰ βίου· τοῖς δὲ λοιπο[ῖς] τοῖ[ς ἔ]-
λασσον ἐπαγ[γειλαμένοις εἶμε]ν ἐγγραφὰν τᾶς ἐπα[γ]-
γελίας εἰς τὰν στάλαν· ὅπως δ[ὲ] καὶ κατασκευασθῇ ὁ ν[α]-
ὸς ὡς κάλλιστα κα[ὶ] συντομώ[τ]ατα ἑλέσθαι ἄνδρας
15 τρεῖς ἐκ πάντων τῶ[ν θ]ιασιτᾶ[ν]· οἱ δὲ αἱρεθέντες λαβόντες
παρὰ τῶν ἐπαγγειλαμ[έ]νων χ[ει]ριξοῦντι τὰ διάφορα καὶ λό-
γον ἀποδωσοῦντι ἔγγραφον [τ]οῦ χειρισμοῦ· συντελε-
σθέντος δὲ τοῦ ἔργου εἶμεγ κ[αὶ] τοῖς αἱρεθεῖσι ἐπὶ τὰγ κατα-
σκευὰν στέφανον ἐν ταῖς συ[ν]όδοις ἅς κα συνῶντι οἱ θιασ[ῖ]-
20 ται κατὰ τριετηρίδα.    vacat     ἀγα[θ]ᾶι τύχαι.   vacat
οἵδε ἐπαγγείλαντο εἰς τ[ὰ]ν οἰκοδομίαν τοῦ ναοῦ·
col. A.22 [Ἀπ]ολλώνυμος Σατύρου χρ(υσοῦν στατῆρα)
[Ἀπ]ολλώνιος Ἀπολλωνίου vac.
[Φ]λιππος Ἀπολλωνίου vac.
25 Διονύσιος [Καλ]χαδόνος vac.
οἰκοδομησ[εῖ]ν [τὸν ναόν]·
Μενίσκος Ἡρακλει[․․․ χρ(υσοῦν στατῆρα)]
Δαμάτριος Δαματρίου χρ(υσοῦν στατῆρα)
Σῖμ[ο]ς Προμαθίωνος χρ(υσοῦν στατῆρα)
30 [Κρ]ατῖνος Μίκου χρ(υσοῦν στατῆρα)
[Ναύ]τιμος Πασιάδα χρ(υσοῦν στατῆρα)
Ζώπυρος Πρωτοπόλιος χρ(υσοῦν στατῆρα)
Ἁρμαγένης Δαμοφῶντος χρ(υσοῦν στατῆρα)
Κριτόβουλος Πύρσου χρ(υσοῦν στατῆρα)
35 Ἀσκλαπιόδωρος Ἀπολλοδότου χρ(υσοῦν στατῆρα)
Νοσσίων Ἱεροκλέος χρ(υσοῦν στατῆρα)
Ζώπυρος Ἑστίου χρ(υσοῦν στατῆρα)
Δαμοσθένης Διονυσίου vac.
ἀλέαν εἰς τὸ θύρωμα
40 κοίλαν καὶ ψαλίδας.
col. B.22 Μῆνις Ἱκεσίου ἀρ(γυρᾶς δραχμὰς) λʹ
Σωσίβιος Πρωτομάχου ἀρ(γυρᾶς δραχμὰς) λʹ
Ἡρέας Δαμ[οφ]ῶντος ἀρ(γυρᾶς δραχμὰς) λʹ
25 Εὐφραῖος Σ[ατ]ύρου ἀρ(γυρᾶς δραχμὰς) λʹ
ΕΠΟ̣․Ι̣Μ̣Ν̣[— — — — —] ἀρ(γυρᾶς δραχμὰς) λʹ
[— — — — — — — —]ς ἀρ(γυρᾶς δραχμὰς) λʹ
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
30 Ἀπολλόδοτος [— — — — — — — —]-
τος ἐργάτας τριάκο[ντα].
Προμαθίων Προμαθίωνος
ἐργάτας δεκαπέντε.
Ἁγήμων Πυθίωνος καβαλ-
35 λεῖον καὶ ἐργάτας δεκαπέντε.
Ὄλυμπος Σωτηρίχου ἐργάτας ιεʹ
Δίων Ἀριστοκλέος ἐργάτας ιεʹ
Ἁφαιστίων Σκύθα ἐργάτας ιεʹ
Διονύσιος στεφαναπλόκος
40 ἐργάτας δέκα.     vac.
Ἀπολλώνιος Σίμου ἐργάτας ιʹ.
Search Help
Contact Us