[ ]
Scythia Minor — Kallatis (Mangalia) — late 3rd c. BC — RA 21 (1925) 258, 1 — Dacia 1 (1924) 126, 1
1 | ἀγαθᾶι τύχαι. ἐπὶ βασιλ[έο]ς Σίμου το[ῦ] |
Ἀσκλαπιάδα μηνὸς Διον[υσί]ου πραισιμνῶν- | |
τος Ἁγήμονος τοῦ Πυθίωνος· ἔδοξε τοῖς θιασί- | |
ταις· ὅπως κατασκευασθῇ ναὸς τῶι θεῶι τοὺς | |
5 | θέλοντας τῶν θιασιτᾶν ἐπαγγέλλεσθαι εἰς τὰγ κα- |
τασκευὰν ὅ τι κα ἕκαστος προαιρῆται· τοῖς δὲ ἐπαγ- | |
γειλαμένοις ἕως μὲν χρυσοῦ εἶμεν στέφανον φιλο- | |
τιμίας διὰ βίου καὶ ἐγγραφὰν εἰς στάλαν, τοῖς δὲ ἔ- | |
λασσον χρυσοῦ ἐπαγγειλαμένοις ἕως ἀργυρῶν | |
10 | [τ]ριάκοντα εἶμεν τάν τε ἐγγ[ρα]φὰν καὶ στέφανον ἀπο- |
[δοχᾶ]ς τᾶι τριετηρίδι διὰ βίου· τοῖς δὲ λοιπο[ῖς] τοῖ[ς ἔ]- | |
λασσον ἐπαγ[γειλαμένοις εἶμε]ν ἐγγραφὰν τᾶς ἐπα[γ]- | |
γελίας εἰς τὰν στάλαν· ὅπως δ[ὲ] καὶ κατασκευασθῇ ὁ ν[α]- | |
ὸς ὡς κάλλιστα κα[ὶ] συντομώ[τ]ατα ἑλέσθαι ἄνδρας | |
15 | τρεῖς ἐκ πάντων τῶ[ν θ]ιασιτᾶ[ν]· οἱ δὲ αἱρεθέντες λαβόντες |
παρὰ τῶν ἐπαγγειλαμ[έ]νων χ[ει]ριξοῦντι τὰ διάφορα καὶ λό- | |
γον ἀποδωσοῦντι ἔγγραφον [τ]οῦ χειρισμοῦ· συντελε- | |
σθέντος δὲ τοῦ ἔργου εἶμεγ κ[αὶ] τοῖς αἱρεθεῖσι ἐπὶ τὰγ κατα- | |
σκευὰν στέφανον ἐν ταῖς συ[ν]όδοις ἅς κα συνῶντι οἱ θιασ[ῖ]- | |
20 | ται κατὰ τριετηρίδα. vacat ἀγα[θ]ᾶι τύχαι. vacat |
οἵδε ἐπαγγείλαντο εἰς τ[ὰ]ν οἰκοδομίαν τοῦ ναοῦ· | |
col. A.22 | [Ἀπ]ολλώνυμος Σατύρου χρ(υσοῦν στατῆρα) |
[Ἀπ]ολλώνιος Ἀπολλωνίου vac. | |
[Φ]ίλιππος Ἀπολλωνίου vac. | |
25 | Διονύσιος [Καλ]χαδόνος vac. |
οἰκοδομησ[εῖ]ν [τὸν ναόν]· | |
Μενίσκος Ἡρακλει[․․․ χρ(υσοῦν στατῆρα)] | |
Δαμάτριος Δαματρίου χρ(υσοῦν στατῆρα) | |
Σῖμ[ο]ς Προμαθίωνος χρ(υσοῦν στατῆρα) | |
30 | [Κρ]ατῖνος Μίκου χρ(υσοῦν στατῆρα) |
[Ναύ]τιμος Πασιάδα χρ(υσοῦν στατῆρα) | |
Ζώπυρος Πρωτοπόλιος χρ(υσοῦν στατῆρα) | |
Ἁρμαγένης Δαμοφῶντος χρ(υσοῦν στατῆρα) | |
Κριτόβουλος Πύρσου χρ(υσοῦν στατῆρα) | |
35 | Ἀσκλαπιόδωρος Ἀπολλοδότου χρ(υσοῦν στατῆρα) |
Νοσσίων Ἱεροκλέος χρ(υσοῦν στατῆρα) | |
Ζώπυρος Ἑστίου χρ(υσοῦν στατῆρα) | |
Δαμοσθένης Διονυσίου vac. | |
ἀλέαν εἰς τὸ θύρωμα | |
40 | κοίλαν καὶ ψαλίδας. |
col. B.22 | Μῆνις Ἱκεσίου ἀρ(γυρᾶς δραχμὰς) λʹ |
Σωσίβιος Πρωτομάχου ἀρ(γυρᾶς δραχμὰς) λʹ | |
Ἡρέας Δαμ[οφ]ῶντος ἀρ(γυρᾶς δραχμὰς) λʹ | |
25 | Εὐφραῖος Σ[ατ]ύρου ἀρ(γυρᾶς δραχμὰς) λʹ |
ΕΠΟ̣․Ι̣Μ̣Ν̣[— — — — —] ἀρ(γυρᾶς δραχμὰς) λʹ | |
[— — — — — — — —]ς ἀρ(γυρᾶς δραχμὰς) λʹ | |
[— — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — —] | |
30 | Ἀπολλόδοτος [— — — — — — — —]- |
τος ἐργάτας τριάκο[ντα]. | |
Προμαθίων Προμαθίωνος | |
ἐργάτας δεκαπέντε. | |
Ἁγήμων Πυθίωνος καβαλ- | |
35 | λεῖον καὶ ἐργάτας δεκαπέντε. |
Ὄλυμπος Σωτηρίχου ἐργάτας ιεʹ | |
Δίων Ἀριστοκλέος ἐργάτας ιεʹ | |
Ἁφαιστίων Σκύθα ἐργάτας ιεʹ | |
Διονύσιος στεφαναπλόκος | |
40 | ἐργάτας δέκα. vac. |
Ἀπολλώνιος Σίμου ἐργάτας ιʹ. |