[ ] Scythia Minor — Tomis (Constanța) — late 2nd/early 3rd c. AD
1 ἕστηκεν μὲν Ἔρως εὕδων
 ὕπνον, ἐν φθιμένοις δὲ |
οὐ πόθος, οὐ φιλότης ἔ-
 στι κατοιχομένοις· |
5 ἀλλ’ ὁ θανὼν κεῖται πεδίῳ
 λίθος οἷα πεπηγώς, |
εἰχώρων ἁπαλῶν
 σάρκας ἀποσκεδάσας· |
τοὔνεκα τοῖσι μένων
10 [βι]ότου κλέος ἐσθλόν· εἷλ’ αὐτ̣[ός], |
χρωτὸν ἔρωτα φέρων
 πᾶσι χρόνων ἀγαθοῖς· |
             vacat
13 ἐξ ὕδατος καὶ γῆς καὶ πνεύ-
 ματος ἦ πάροιθεν, |
15 ἀλλὰ θανὼν κεῖμαι πᾶ-
 σιν τὰ πάντ’ ἀποδοῦς· |
πᾶσιν τοῦτο μένει· τί δὲ
 τὸ πλέον· ὁππόθεν ἦλθεν, |
ἰς τοῦτ’ <αὔτ’> ἐλύθη σῶμα μα-
20   ραινόμενον.
Search Help
Contact Us