[ ] Scythia Minor — Tomis (Constanța) — 2nd c. AD? — cf. SEG 25.768
1 σπείρατο μὲν Συρίης με Νε<ή>-
  πολις #⁵⁶ εὐρυάγυια |
πλείονα δ’ αὖ πάτρης
 ἐστεφάν[ωσ]ε Τομεύς, |
5 ἥ μ’ ἄλλων μερόπων
 πλέον εἴσιδε κοσμηθέντα |
χρυσείοις στεφάνοις
 πορφυραίοις τε πέπλοις· |
δὶς γὰρ ἐποντάρχησα
10  καὶ Ἄραιως ἆθλα ἐτέλεσα, |
τρὶς τελέσας ἀρχὴν
 καὶ πόλι<ν> οὐχ ὑβρίσας· |
ταῦτα δ’ ἅπαντα ἀν[ύ]σας
 φθόνῳ πληγεὶς νεμεσήθ̣[ην], |
15 ἀλλὰ θεῶν βουλαῖς ἐχθρ[αῖς](?)
  ψυχαὶ μεμάραντα[ι]. |
              vacat
17 Ἄρεως ἀθλητῆρες οἳ ἐμοὶ
  σταδίοισι δαμέντες |
μνήμην κἀν θανάτῳ
20   τοῦτο φέρουσι γέρας.
Search Help
Contact Us