[ ]
Scythia Minor — Istros-Histria — 2nd c. BC — SEG 19.469 — SEG 25.790
[— — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — —] ἀρχὴν [— — — — —] |
[— — — ἐν τῆι πρώτηι] ἡλικίαι ἐπ[εμελήθη] | |
[— — — — — — τῆς τῶν] τε ἐφήβων καὶ [νέων] | |
[ἀγωγῆς καλῶς καὶ κοσ]μίως καὶ παρέσχεν ἔλα[ι]- | |
5 | [ον — — — — εἰς τὸν ὑ]πολιπῆ χρόνον τοῦ ἐ- |
[νιαυτοῦ· καιρῶν δὲ δυσ]χερῶν ὑπαρχόντων δι- | |
[ά τε τοὺς πολέμους] καὶ τὰς ἀφορίας, ὅμως | |
[δὲ θέλων ἀκόλου]θος φαίνεσθαι τῆι ἐξ ἀρ- | |
[χῆς φιλοτιμίαι, ἐπιτε]λέσας θυσίαν ἐν τοῖς Ἑρμαί- | |
10 | [οις ․c.8-9․․] καὶ ἀλείψας καὶ γλυκίσας, |
[δέδωκε κατὰ τὴν σύ]νοδον νομὴν καὶ οἰνομέ- | |
[τρησιν· δεδόχθαι τοῖς] νέοις· ἐπῃνῆσθαι μὲν ἐπὶ | |
[τούτοις — — — — —] Θεογνήτου καὶ στεφανοῦ- | |
σθαι [αὐτὸν κατ’ ἐνια]υτὸν ἐπὶ τοῦ γλυκισμοῦ | |
15 | χρυσῶι σ[τεφάνωι ἐν τ]ῇ τῶν Ἑρμαίων ἡμέραι φιλο- |
τιμίας καὶ εὐ[νοίας τῆς] εἰς ἑαυτούς· σταθῆναι δὲ | |
αὐτοῦ καὶ εἰκόν[α χαλ]κῆν ἐν τῶι γυμνασίωι ὅπου | |
ἂν αὐτῶι φαίνητ[αι ὅπω]ς καὶ οἳ λοιποὶ φιλοτιμότ[ε]- | |
ροι γίνωνται πρὸ[ς τὸ φ]ιλαγαθεῖν εἰς τοὺς νέ[ους]· | |
20 | τὸ δὲ ψήφισμα [τόδε ἀ]ναγράψαι ἐπὶ τοῦ παρ[όντος] |
εἰς τελαμῶνα [λευκ]οῦ λίθου [ὃν καὶ ἀναθεῖναι ἐν] | |
τῶι γυμνασίωι ὅ[που ἂ]ν αὐτ[ῶι φαίνηται· τῆς δὲ] | |
ἀναγορεύσεω[ς τοῦ στεφάνου — — — — — — — —] | |
τὸν καθ’ ἔτος α[— — — — — — — — — — — — — —] | |
25 | ἐπίσκοπον. vacat |