[ ]
Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 33.581
| {²corona}² | |
| 1 | ἔδοξε τῶι δήμωι· ἐπιμηνιεύον- |
| τος Γλαυκίου τοῦ Πολυφήμου οἱ | |
| ἄρχοντες εἶπαν· ἐπειδὴ Διοσκου- | |
| ρίδης Στρουθίωνος ἀνὴρ ἀγαθὸς | |
| 5 | ὢν περὶ τὴν πόλιν καὶ τοὺς πολί- |
| τας πρόθυμον ἑαυτὸν παρείσχη- | |
| ται τῶι δήμωι ἔν τε τοῖς κινδύνοις | |
| τῆς πόλεως πρεσβείας Ἑλληνικὰς | |
| καὶ βαρβαρικὰς πολλὰς ὑπὲρ τῆς εἰ- | |
| 10 | ρήνης πεπρέσβευκεν οὐδένα κίνδυ- |
| νον ὑπολογισάμενος, εἴς τε τὰς ἀρ- | |
| χὰς καὶ ἐπιμελείας τασσόμενος ἐμ | |
| πάσαις αὐτὸν φιλότιμον καὶ δίκαιον παρέ- | |
| σχηται ἐπαινέσαι ἐπὶ τούτοις Διοσκουρί- | |
| 15 | δην Στρουθίωνος καὶ ἀναγράψαι εὐεργέ- |
| την τοῦ δήμου· καὶ στεφανοῦσθαι αὐτὸν | |
| ἐμ πᾶσι τοῖς ἀγῶσιν χρυσῶι στεφάνωι ἀ- | |
| [ρετῆς] ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆ- | |
| [μον· στῆσαι δ’] αὐτοῦ καὶ εἰκόνα χαλκῆν | |
| 20 | [ἐν τῆι ἀγορᾶι· ἀναγράψ]α̣ι̣ δ̣ὲ̣ τὸ ψήφιζμα {²⁶ψήφισμα}²⁶ |
| [— — — — — — — — — — — — — — τ]ὴν εἰκό- | |
| [να — — — — — — — — — — — — — — — —] |