[ ]
Philippopolis (Plovdiv) — SEG 3.543
1 | πυνθάνῃ, ὦ παροδεῖτα, τί τοὔνομα {ι} ἢ τίς |
ὁ φύσας; | μάνθανε πάντα κατ’ αἶσαν· ἐμοὶ γε- | |
νέτης Μιθριδάτης | καὶ μήτηρ Χρήστη, Καινὶς δ’ ἐγὼ | |
ἡ βαρυδαίμων· | θνῄσκω δ’ εἰκοσέτης τοκετοῦ τέλος | |
5 | ἐξανύσαντος, | ἀρτιδαὴς βιότοιο. τί σοι πλέον ὦ ξέ- |
νε, εἴπω; | ταῦτ’ ἐστίν, παροδεῖτα. σὺ δ’, ὡς θέμις ἐστὶ | |
βροτοῖσιν, | οἰκτείρας με λυγρὰν καὶ δάκρυσι τὴν ἐ- | |
λεεινὴν | τειμήσας ἀπὸ σῶ̣ν̣ κανθῶν παρό- | |
❦δευε τὸ σῆμα. ❦ |